Η εικόνα του Άγιου Φανουρίου βρέθηκε τον 14 αι. στη Ρόδο κατά τη διάρκεια ανασκαφών. Ο Άγιος εικονίζεται σαν νεαρός στρατιώτης
με σταυρό στο δεξί του χέρι και πάνω στο σταυρό μια αναμμένη λαμπάδα. Γύρω απο την εικόνα υπάρχουν 12 σκηνές μαρτυρίου.
Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἦχος α’ – Τὸν τάφον σου Σωτὴρ
Ὡς νέον ἀθλητήν, εὐφημοῦμέν σε μάκαρ, κἂν ἤθλησας στεῤῥῶς, πρὸ πολλοῦ θείῳ πόθῳ· ἀρτίως γὰρ τοῖς πέρασιν, ἐπεγνώσθης Φανούριε, χάριν ἔλεος, ταῖς σαῖς πρεσβείαις παρέχων, τοῖς τελοῦσί σου, τὴν ἀξιέπαινον μνήμην, Μαρτύρων ἀγλάισης.
Ὡς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν σου.
Ἦχος γ΄. Θείας πίστεως.
Πῦρ τὸ ἄυλον, φέρων παμμάκαρ, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, ἀλλ’ ἐν αὐτῷ ἀκατάφλεκτος ἔμεινας· καὶ τῶν θηρῶν ὑποτάξας τὸ ὅρμημα, ὑπερφυῶς ἐδοξάσθης Φανούριε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
.
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Ὄρος ἅγιον, πεπυκασμένον, τῇ τοῦ Πνεύματος, ἐπισκιάσει, τοῖς Προφήταις καθωράθης πανάμωμε· ἐκ σοῦ γὰρ ὤφθη Θεὸς σωματούμενος, ἐλευθερίαν βραβεύων τοῖς κράζουσι· χαῖρε Δέσποινα, πταιόντων τὸ ἱλαστήριον, καὶ πάντων ἀσφαλὲς φυγαδευτήριον.